Ancient Greek · ~2 min
Section 91
Aeschines, Κατά Κτησιφώντος 91
Not analysed yet
ταῦτα διανοηθείς, ἀποστέλλει δεῦρο πρέσβεις Γλαυκέτην καὶ Ἐμπέδωνα καὶ Διόδωρον τὸν δολιχοδρομήσαντα, φέροντας τῷ μὲν δήμῳ κενὰς ἐλπίδας, Δημοσθένει δʼ ἀργύριον καὶ τοῖς περὶ τοῦτον. τρία δʼ ἦν ἃ ἅμα ἐξεωνεῖτο, πρῶτον μὲν μὴ διασφαλῆναι τῆς πρὸς ὑμᾶς συμμαχίας· οὐδὲν γὰρ ἦν τὸ μέσον, εἰ μνησθεὶς τῶν προτέρων ἀδικημάτων ὁ δῆμος μὴ προσδέξαιτο τὴν συμμαχίαν, ἀλλʼ ὑπῆρχεν αὐτῷ ἢ φεύγειν ἐκ Χαλκίδος, ἢ τεθνάναι ἐγκαταληφθέντι· τηλικαῦται δυνάμεις ἐπʼ αὐτὸν ἐπεστράτευον, ἥ τε Φιλίππου καὶ Θηβαίων. δεύτερον δʼ ἧκον οἱ μισθοὶ τῷ γράψοντι τὴν συμμαχίαν ὑπὲρ τοῦ μὴ συνεδρεύειν Ἀθήνησι Χαλκιδέας, τρίτον δὲ ὥστε μὴ τελεῖν συντάξεις.