Ancient Greek · ~2 min
Section 98
Aeschines, Κατά Κτησιφώντος 98
Not analysed yet
ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον ἢ δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους· δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν· πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλʼ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός· εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφʼ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναξε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.