Ancient Greek · ~1 min
Section 104
Aeschines, Κατὰ Τιμάρχου 104
Not analysed yet
καὶ τὸ τελευταῖον, ὃ καὶ δεινότατον, ἀπολειφθέντος τοῦ πρεσβύτου τῆς γιγνομένης τοῖς ἀδυνάτοις δοκιμασίας, καὶ ἱκετηρίαν θέντος εἰς τὴν βουλὴν ὑπὲρ τοῦ μισθοῦ, βουλευτὴς ὢν καὶ προεδρεύων ἐκείνην τὴν ἡμέραν, οὐκ ἠξίωσεν αὐτῷ συνειπεῖν, ἀλλὰ περιεῖδεν ἀπολέσαντα τὸν τῆς πρυτανείας μισθόν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Ἀρίγνωτον Σφήττιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε.