Ancient Greek
Section 112
Aeschines, Κατὰ Τιμάρχου 112
Not analysed yet
μετὰ ταῦτα ὡς ἐπανῆθεν ἡ βουλὴ εἰς τὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μὲν αὐτόν, ἐν δὲ τῇ ψήφῳ κατεδέξατο. ὅτι δʼ οὐ παρέδωκε δικαστηρίῳ οὐδʼ ἐξήλασεν ἐκ τοῦ βουλευτηρίου, ἄχθομαι μὲν λέγων, ἀνάγκη δʼ ἐστὶν εἰπεῖν, ὅτι τῆς δωρεᾶς ἀπέτυχε. μὴ τοίνυν φανῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν βουλῇ χαλεπήναντες καὶ πεντακοσίους ἄνδρας τῶν πολιτῶν ἀστεφανώτους ποιήσαντες, ὅτι τοῦτον οὐκ ἐτιμωρήσατο, αὐτοὶ δὲ ἀφῆτε, καὶ τὸν τῇ βουλῇ μὴ συνενεγκόντα ῥήτορα, τοῦτον τῷ δήμῳ περιποιήσητε.