Ancient Greek
Section 118
Aeschines, Κατὰ Τιμάρχου 118
Not analysed yet
οὓς μὴ νομίζετʼ ἐμὲ θεωρήσοντας ἥκειν, ἀλλὰ πολὺ μᾶλλον ὑμᾶς εἰσομένους, εἰ μὴ μόνον εὖ νομοθετεῖν ἐπίστασθε, ἀλλὰ καὶ κρίνειν τὰ καλὰ καὶ τὰ μὴ καλὰ δύνασθε, καὶ εἰ τιμᾶν ἐπίστασθε τοὺς ἀγαθοὺς ἄνδρας, καὶ εἰ θέλετε κολάζειν τοὺς ὀνείδη τὸν ἑαυτῶν βίον τῇ πόλει κατασκευάζοντας. λέξω δὲ πρῶτον πρὸς ὑμᾶς περὶ τῆς ἀπολογίας.