Ancient Greek · ~2 min
Section 122
Aeschines, Κατὰ Τιμάρχου 122
Not analysed yet
οἶμαι δʼ ἄν, εἰ πρὸς ἄλλους τινὰς ἦν ὁ λόγος μοι περὶ τῆς αἰτίας ἧς κρίνομαι, ταῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂν ἀπολύσασθαι τοὺς τοῦ κατηγόρου λόγους. μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλʼ εἰ δοκῶ ὑμῖν παραπλησίως βεβιωκέναι ταῖς λεγομέναις ὑπὸ τούτου αἰτίαις, ἀβίωτον ἡγούμενος ἐμαυτῷ τὸν λοιπὸν βίον, παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας, οὐδʼ ἥκω παραιτησόμενος ὑμᾶς, ἀλλὰ καταχρήσασθέ μοι, εἰ δοκῶ τοιοῦτος εἶναι. αὕτη μέν ἐστιν, ὦ Τίμαρχε, ἀνδρὸς ἀγαθοῦ καὶ σώφρονος ἀπολογία, καὶ πεπιστευκότος τῷ βίῳ καὶ καταφρονοῦντος εἰκότως ἁπάσης βλασφημίας· ἃ δὲ πείθει σε Δημοσθένης,