Ancient Greek · ~1 min
Section 137
Aeschines, Κατὰ Τιμάρχου 137
Not analysed yet
ὁρίζομαι δʼ εἶναι τὸ μὲν ἐρᾶν τῶν καλῶν καὶ σωφρόνων φιλανθρώπου πάθος καὶ εὐγνώμονος ψυχῆς, τὸ δὲ ἀσελγαίνειν ἀργυρίου τινὰ μισθούμενον ὑβριστοῦ καὶ ἀπαιδεύτου ἀνδρὸς ἔργον· καὶ τὸ μὲν ἀδιαφθόρως ἐρᾶσθαί φημι καλὸν εἶναι, τὸ δʼ ἐπαρθέντα μισθῷ πεπορνεῦσθαι αἰσχρόν. ὅσον δʼ ἑκάτερον τούτων ἀπʼ ἀλλήλων διέστηκε καὶ ὡς πολὺ διαφέρει, ἐν τοῖς ἐφεξῆς ὑμᾶς πειράσομαι λόγοις διδάσκειν.