Ancient Greek · ~1 min
Section 140
Aeschines, Κατὰ Τιμάρχου 140
Not analysed yet
τοιγάρτοι τοὺς τῆς πόλεως μὲν εὐεργέτας, ταῖς δʼ ἀρεταῖς ὑπερενηνοχότας, Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὁ σώφρων καὶ ἔννομος, εἴτε ἔρωτα εἴτε ὅντινα τρόπον χρὴ προσειπεῖν, τοιούτους ἐπαίδευσεν, ὥστε τοὺς ἐπαινοῦντας τὰ ἐκείνων ἔργα καταδεεστέρους δοκεῖν εἶναι ἐν τοῖς ἐγκωμίοις τῶν ἐκείνοις πεπραγμένων.