Ancient Greek · ~1 min
Section 144
Aeschines, Κατὰ Τιμάρχου 144
Not analysed yet
ἔστι δὲ τὰ ἔπη ἃ ἐγὼ νυνὶ μέλλω λέγειν· ὦ πόποι, ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισιν. φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν, Ἴλιον ἐκπέρσαντα λαχόντα τε ληίδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεύθειν. Hom. Il. 18. 324-329