Ancient Greek · ~2 min
Section 152
Aeschines, Κατὰ Τιμάρχου 152
Not analysed yet
πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής, καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θʼ, ἥντινʼ ἡμερεύεται. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών. Euripides, Phoenix: Nauck 812.