Ancient Greek · ~1 min
Section 156
Aeschines, Κατὰ Τιμάρχου 156
Not analysed yet
πρῶτον δὲ λέξω τὰ τῶν ἐλευθερίως καὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοι, Κρίτωνα τὸν Ἀστυόχου καὶ Περικλείδην τὸν Περιθοίδην καὶ Πολεμαγένην καὶ Πανταλέοντα τὸν Κλεαγόρου καὶ Τιμησίθεον τὸν δρομέα, καλλίστους οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Ἑλλήνων γεγενημένους, καὶ πλείστων καὶ σωφρονεστάτων τυχόντας ἐραστῶν· ἀλλʼ ὅμως οὐδεὶς πώποτε αὐτοὺς ἔψεξε.