Ancient Greek · ~2 min
Section 166
Aeschines, Κατὰ Τιμάρχου 166
Not analysed yet
ἀλλʼ ὅμως οὕτω σαφῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπὸ Δημοσθένους εὑρεθήσονται. καὶ ταῖς μὲν ὑπὲρ τοῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄν τις ἀγανακτήσειεν· ἃ δὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τὰ τῆς πόλεως δίκαια, ἐπὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆναι. πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται, ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. καὶ γὰρ πρὸς τοῖς ἄλλοις κακοῖς ἄμουσός τις οὗτος καὶ ἀπαίδευτος ἄνθρωπός ἐστι.