Ancient Greek · ~1 min
Section 171
Aeschines, Κατὰ Τιμάρχου 171
Not analysed yet
κατιδὼν γὰρ οἰκίαν πλουσίαν καὶ οὐκ εὐνομουμένην, ἧς ἡγεμὼν μὲν ἦν γυνὴ μέγα φρονοῦσα καὶ νοῦν οὐκ ἔχουσα, νεανίσκος δὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε τὴν οὐσίαν, Ἀρίσταρχος ὁ τοῦ Μόσχου, τούτου προσποιησάμενος ἐραστὴς εἶναι, καὶ τὸ μειράκιον εἰς τὴν φιλανθρωπίαν ταύτην προκαλεσάμενος, ἐλπίδων κενῶν ἐμπλήσας, ὡς αὐτίκα δὴ μάλα τῶν ῥητόρων πρωτεύσοντα,