Ancient Greek
Section 21
Aeschines, Κατὰ Τιμάρχου 21
Not analysed yet
Νόμος [ἐάν τις Ἀθηναῖος ἑταιρήσῃ, μὴ ἐξέστω αὐτῷ τῶν ἐννέα ἀρχόντων γενέσθαι, μηδʼ ἱερωσύνην ἱερώσασθαι, μηδὲ συνδικῆσαι τῷ δήμῳ, μηδὲ ἀρχὴν ἀρχέτω μηδεμίαν, μήτε ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴν μήτε χειροτονητήν, μηδʼ ἐπὶ κηρυκείαν ἀποστελλέσθω, μηδὲ γνώμην λεγέτω, μηδʼ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσίτω, μηδʼ ἐν ταῖς κοιναῖς στεφανηφορίαις στεφανούσθω, μηδʼ ἐντὸς τῆς ἀγορᾶς τῶν περιρραντηρίων πορευέσθω. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, καταγνωσθέντος αὐτοῦ ἑταιρεῖν, θανάτῳ ζημιούσθω.]