Ancient Greek · ~2 min
Section 30
Aeschines, Κατὰ Τιμάρχου 30
Not analysed yet
ἢ τὰ πατρῷα, φησί, κατεδηδοκώς, ἢ ὧν ἂν κληρονόμος γένηται· τὸν γὰρ τὴν ἰδίαν οἰκίαν κακῶς οἰκήσαντα, καὶ τὰ κοινὰ τῆς πόλεως παραπλησίως ἡγήσατο διαθήσειν, καὶ οὐκ ἐδόκει οἷόν τʼ εἶναι τῷ νομοθέτῃ τὸν αὐτὸν ἄνθρωπον ἰδίᾳ μὲν εἶναι πονηρόν, δημοσίᾳ δὲ χρηστόν, οὐδʼ ᾤετο δεῖν τὸν ῥήτορα ἥκειν ἐπὶ τὸ βῆμα τῶν λόγων ἐπιμεληθέντα πρότερον, ἀλλʼ οὐ τοῦ βίου.