Ancient Greek · ~2 min
Section 41
Aeschines, Κατὰ Τιμάρχου 41
Not analysed yet
Μισγόλας ἔστι τις Ναυκράτους, ὦ ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς κἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακώς, καὶ ἀεί τινας ἔχειν εἰωθὼς περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλʼ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν. οὗτος, αἰσθόμενος ὧν ἕνεκα τὰς διατριβὰς ἐποιεῖτο Τίμαρχος οὑτοσὶ ἐπὶ τοῦ ἰατρείου, ἀργύριόν τι προαναλώσας ἀνέστησεν αὐτὸν καὶ ἔσχε παρʼ ἑαυτῷ, εὔσαρκον ὄντα καὶ νέον καὶ βδελυρὸν καὶ ἐπιτήδειον πρὸς τὸ πρᾶγμα ὃ προῃρεῖτο ἐκεῖνος μὲν πράττειν, οὗτος δὲ πάσχειν.