Ancient Greek · ~2 min
Section 44
Aeschines, Κατὰ Τιμάρχου 44
Not analysed yet
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες, ὅσοι κατʼ ἐκείνους τοὺς χρόνους ἐγίγνωσκον Μισγόλαν καὶ Τίμαρχον, ἴσασιν. ᾗ δὴ καὶ πάνυ χαίρω, ὅτι μοι γέγονεν ἡ δίκη πρὸς ἄνθρωπον οὐκ ἠγνοημένον ὑφʼ ὑμῶν, οὐδʼ ἀπʼ ἄλλου γιγνωσκόμενον οὐδενός, ἢ ἀπʼ αὐτοῦ τοῦ ἐπιτηδεύματος περὶ οὗ καὶ τὴν ψῆφον μέλλετε φέρειν. περὶ μὲν γὰρ τῶν ἀγνοουμένων σαφεῖς ἴσως προσήκει τὰς ἀποδείξεις ποιεῖσθαι τὸν κατήγορον, περὶ δὲ τῶν ὁμολογουμένων οὐ λίαν ἔγωγε μέγα ἔργον εἶναι νομίζω τὸ κατηγορεῖν· ἀναμνῆσαι γὰρ μόνον προσήκει τοὺς ἀκούοντας.