Ancient Greek · ~3 min
Section 49
Aeschines, Κατὰ Τιμάρχου 49
Not analysed yet
βούλομαι δὲ κἀκεῖνο προειπεῖν, ἐὰν ἄρα ὑπακούσῃ ὁ Μισγόλας τοῖς νόμοις καὶ ὑμῖν. εἰσὶ φύσεις ἀνθρώπων πολὺ διαφέρουσαι ὀφθῆναι τῶν ἄλλων τὰ περὶ τὴν ἡλικίαν· ἔνιοι μὲν γὰρ νέοι ὄντες προφερεῖς καὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πολὺν ἀριθμὸν χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δʼ ἐστὶ τῶν ἀνδρῶν ὁ Μισγόλας. τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος· καὶ ἐγὼ μὲν τοσαυτασὶ πολιὰς ἔχω ὅσας ὑμεῖς ὁρᾶτε, ἀλλʼ οὐκ ἐκεῖνος. διὰ τί οὖν ταῦτα προλέγω; ἵνα μὴ ἐξαίφνης αὐτὸν ἰδόντες θαυμάσητε καὶ τοιοῦτόν τι τῇ διανοίᾳ ὑπολάβητε· ὦ Ἡράκλεις, ἀλλʼ οὗτός γε τούτου οὐ πολὺ διαφέρει. ἅμα μὲν γὰρ ἡ φύσις ἐστὶ τοιαύτη τοῦ ἀνδρός, ἅμα δὲ ἤδη μειρακίῳ ὄντι αὐτῷ ἐπλησίαζεν.