Ancient Greek
Section 58
Aeschines, Κατὰ Τιμάρχου 58
Not analysed yet
ὡς δʼ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, ὁ Πιττάλακος, μάτην, ὥς γʼ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν,