Ancient Greek · ~2 min
Section 61
Aeschines, Κατὰ Τιμάρχου 61
Not analysed yet
καὶ περιστάντες ἐδέοντο τοῦ Πιτταλάκου ἀναστῆναι, λέγοντες ὅτι τὸ ὅλον πρᾶγμα παροινία γέγονεν, καὶ αὐτὸς οὗτος, οὔπω μὰ Δία ὥσπερ νῦν ἀργαλέος ὢν τὴν ὄψιν, ἀλλʼ ἔτι χρήσιμος, ὑπογενειάζων τὸν ἄνθρωπον καὶ πάντα φάσκων πράξειν ἃ ἂν ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆναι ἀπὸ τοῦ βωμοῦ, ὡς τευξόμενόν τινος τῶν δικαίων. ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, οὐκέτι προσεῖχον αὐτῷ τὸν νοῦν.