Ancient Greek · ~2 min
Section 64
Aeschines, Κατὰ Τιμάρχου 64
Not analysed yet
ὡς δὲ παρῄει ἐπὶ τὸ βῆμα τὸ ὑμέτερον ὁ Ἡγήσανδρος, ὅτε καὶ προσεπολέμει Ἀριστοφῶντι τῷ Ἀζηνιεῖ, πρὶν αὐτῷ τὴν αὐτὴν ταύτην ἐν τῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖν ἥνπερ ἐγὼ Τιμάρχῳ, καὶ ἐπειδὴ Κρωβύλος ὁ ἀδελφὸς αὐτοῦ ἐδημηγόρει, καὶ ὅλως ἀπετόλμων ὑμῖν οὗτοι περὶ τῶν Ἑλληνικῶν συμβουλεύειν, ἐνταῦθα ἤδη καταμεμψάμενος ἑαυτὸν ὁ Πιττάλακος, καὶ ἐκλογισάμενος ὅστις ὢν πρὸς οὕστινας ἐπολέμει εὖ ἐβουλεύσατο (δεῖ γὰρ τἀληθὲς λέγειν)· ἡσυχίαν ἔσχεν, καὶ ἠγάπησεν εἴ τι μὴ προσλάβοι καινὸν κακόν. ἐνταῦθα δὴ τὴν καλὴν ταύτην νίκην νενικηκὼς ὁ Ἡγήσανδρος ἀκονιτί, εἶχε παρʼ ἑαυτῷ Τίμαρχον τουτονί.