Ancient Greek · ~1 min
Section 68
Aeschines, Κατὰ Τιμάρχου 68
Not analysed yet
Μαρτυρία [Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτε κατέπλευσα ἐξ Ἑλλησπόντου, κατέλαβον παρὰ Πιτταλάκῳ τῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τὸν Ἀριζήλου, καὶ ἐξ ἐκείνης τῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶν τῇ αὐτῇ χρήσει ᾗ καὶ τὸ πρότερον Λεωδάμαντι.]