Ancient Greek
Section 70
Aeschines, Κατὰ Τιμάρχου 70
Not analysed yet
ἆρά γε ἐξαχθήσομαί τι σαφέστερον εἰπεῖν ἢ κατὰ τὴν ἐμαυτοῦ φύσιν; εἴπατέ μοι πρὸς τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅστις αὑτὸν κατῄσχυνε πρὸς Ἡγήσανδρον, οὐ δοκεῖ ὑμῖν πρὸς τὸν πόρνον πεπορνεῦσθαι; ἢ τίνας αὐτοὺς οὐκ οἰόμεθʼ ὑπερβολὰς ποιεῖσθαι βδελυρίας παροινοῦντας καὶ μονουμένους; οὐκ οἴεσθε τὸν Ἡγήσανδρον ἀπολυόμενον τὰς πρὸς τὸν Λεωδάμαντα πράξεις τὰς περιβοήτους, ἃς ὑμεῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς ταῖς τούτου ὑπερβολαῖς αὐτὸν δόξοντα μέτρια διαπεπρᾶχθαι;