Ancient Greek · ~2 min
Section 80
Aeschines, Κατὰ Τιμάρχου 80
Not analysed yet
εἰ δή τις με ἔροιτο ὑμῶν· σὺ δὲ τί οἶσθα, εἰ ἡμεῖς ἂν τούτου κατεψηφισάμεθα; εἴποιμʼ ἄν· διότι πεπαρρησίασθέ μοι καὶ διείλεχθε. καὶ ὁπότε καὶ ὅπου ἕκαστος, ἐγὼ ὑμᾶς ὑπομνήσω· ὅταν οὗτος ἀναβῇ ἐπὶ τὸ βῆμα· καὶ ἡ βουλή, ὅτε ἐβούλευε πέρυσιν. εἰ γὰρ μνησθείη τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.