Ancient Greek · ~1 min
Section 85
Aeschines, Κατὰ Τιμάρχου 85
Not analysed yet
ταύτην ἐγὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμῖν ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ὃν ἁλῶναι ψευδομαρτυρίων οὐ καλῶς ἔχει. οὐκοῦν ἄτοπον, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μηδὲν μὲν ἐμοῦ λέγοντος αὐτοὶ βοᾶτε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε τούτῳ, ἐμοῦ δὲ λὲγοντος ἐπιλέλησθε, καὶ μὴ γενομένης μὲν κρίσεως περὶ τοῦ πράγματος ἑάλω ἄν, γεγονότος δὲ ἐλέγχου ἀποφεύξεται.