Ancient Greek · ~2 min
Section 90
Aeschines, Κατὰ Τιμάρχου 90
Not analysed yet
εἰ γὰρ ἡ μὲν πρᾶξις αὕτη ἔσται, ὥσπερ εἴωθε γίγνεσθαι, λάθρᾳ καὶ ἐν ἐρημίαις καὶ ἐν ἰδίαις οἰκίαις, ὁ δὲ ἄριστα μὲν εἰδώς, καταισχύνας δέ τινα τῶν πολιτῶν, ἐὰν τἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τοῖς μεγίστοις ἐπιτιμίοις, ὁ δὲ κρινόμενος καταμεμαρτυρημένος ὑπὸ τοῦ ἑαυτοῦ βίου καὶ τῆς ἀληθείας ἀξιώσει μὴ ἐξ ὧν γιγνώσκεται, ἀλλʼ ἐκ τῶν μαρτυριῶν κρίνεσθαι, ἀνῄρηται ὁ νόμος καὶ ἡ ἀλήθεια, καὶ δέδεικται φανερὰ ὁδός, διʼ ἧς οἱ τὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται.