Ancient Greek · ~2 min
Section 99
Aeschines, Κατὰ Τιμάρχου 99
Not analysed yet
τὸ δʼ Ἀλωπεκῆσι χωρίον, ὃ ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλʼ εἰ μή τι ἄλλο, ἐνταφῆναί γʼ ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτʼ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλʼ ἅπαντας πέπρακε. καὶ ταῦθʼ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.