Ancient Greek · ~1 min
Section 11
Aeschines, Περὶ τῆς παραπρεσβείας 11
Not analysed yet
πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι καθʼ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δʼ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.