Ancient Greek · ~2 min
Section 123
Aeschines, Περὶ τῆς παραπρεσβείας 123
Not analysed yet
καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότʼ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δʼ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δʼ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.