Ancient Greek · ~1 min
Section 125
Aeschines, Περὶ τῆς παραπρεσβείας 125
Not analysed yet
οὐδʼ αὐτὸς ὁ Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδʼ ὁ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ γράφειν μέγα φρονῶν· ἀλλʼ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθʼ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.