Ancient Greek · ~2 min
Section 136
Aeschines, Περὶ τῆς παραπρεσβείας 136
Not analysed yet
ἀλλʼ οὗτος μόνος τὸ συμβησόμενον ἠγνόει; ὑμεῖς δὲ αὐτοὶ δημοσίᾳ πῶς διέκεισθε; οὐ πάντες προσεδοκᾶτε Φίλιππον ταπεινώσειν Θηβαίους, ὁρῶντά τʼ αὐτῶν τὴν θρασύτητα, καὶ τῷ μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι; Λακεδαιμόνιοι δὲ οὐ μεθʼ ἡμῶν τἀναντία Θηβαίοις ἐπρέσβευον, καὶ τελευτῶντες προσέκρουον φανερῶς ἐν Μακεδονίᾳ καὶ διηπειλοῦντο; αὐτοὶ δὲ οὐκ ἠπόρουν καὶ ἐφοβοῦντο οἱ τῶν Θηβαίων πρέσβεις; Θετταλοὶ δὲ οὐ κατεγέλων τῶν ἄλλων, ὑπὲρ αὑτῶν φάσκοντες τὴν στρατείαν εἶναι;