Ancient Greek · ~2 min
Section 138
Aeschines, Περὶ τῆς παραπρεσβείας 138
Not analysed yet
πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δʼ ὄπισθεν κατελείπομεν, ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δʼ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;