Ancient Greek · ~2 min
Section 144
Aeschines, Περὶ τῆς παραπρεσβείας 144
Not analysed yet
ἐτόλμησε δʼ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτʼ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατʼ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δʼ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νυ τίς ἐστι καὶ αὐτή. Hes. WD 763-4 τὴν δʼ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.