Ancient Greek · ~3 min
Section 153
Aeschines, Περὶ τῆς παραπρεσβείας 153
Not analysed yet
συμπέπλεγμαι δʼ ἐν τῇ πολιτείᾳ καθʼ ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδʼ ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. ἡγεῖται δέ, ὅταν τι Ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν, καὶ τὰ μὴ γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν ἐν ᾗ φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν τἀνθρώπου, ὃς τοιοῦτον ἐπλάσατο τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατʼ ἐμοῦ, ἐφʼ ᾧ μεταξὺ λέγων ὑφʼ ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.