Ancient Greek · ~2 min
Section 158
Aeschines, Περὶ τῆς παραπρεσβείας 158
Not analysed yet
οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, ἢ Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπʼ αἰσχραῖς αἰτίαις ἀπωλόμην ἄν. ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε, ἐν ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατιὰν ἢ πεζὴν ἢ ναυτικὴν ἐκπέμψετε; καὶ μὴν ὅ γε Ἡσίοδος λέγει, πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται. Hes. WD 240-241