Ancient Greek · ~1 min
Section 160
Aeschines, Περὶ τῆς παραπρεσβείας 160
Not analysed yet
σκοπεῖτε γὰρ δὴ καθʼ ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, ποῖον ἐγὼ ψήφισμα γράψας κρίνομαι, ἢ ποῖον νόμον λύσας, ἢ ποῖον γενέσθαι κωλύσας, ἢ τίνας ὑπὲρ τῆς πόλεως συνθήκας ποιησάμενος, ἢ τί τῶν δεδογμένων περὶ τῆς εἰρήνης ἀπαλείψας, ἢ τί τῶν μὴ δοξάντων ὑμῖν προσγράψας.