Ancient Greek · ~2 min
Section 169
Aeschines, Περὶ τῆς παραπρεσβείας 169
Not analysed yet
καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδʼ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.