Ancient Greek · ~2 min
Section 171
Aeschines, Περὶ τῆς παραπρεσβείας 171
Not analysed yet
Ψήφισμα. Μαρτυρίαι ἀγγείλας τοίνυν πρῶτος τὴν τῆς πόλεως νίκην ὑμῖν καὶ τὴν τῶν παίδων τῶν ὑμετέρων κατόρθωσιν, πρώτην ταύτην ὑμᾶς ἀπαιτῶ χάριν, τὴν τοῦ σώματος σωτηρίαν, οὐ μισόδημος ὤν, ὥς φησιν ὁ κατήγορος, ἀλλὰ μισοπόνηρος, οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ ἐῶν προγόνους μιμεῖσθαι, οὐ γὰρ εἰσίν, ἀλλὰ τῶν καλῶν καὶ τῇ πόλει σωτηρίων βουλευμάτων ζηλωτὰς εἶναι παρακαλῶν. νῦν δʼ αὐτὰ πόρρωθεν ἀρξάμενος μικρῷ δίειμι σαφέστερον.