Ancient Greek · ~1 min
Section 173
Aeschines, Περὶ τῆς παραπρεσβείας 173
Not analysed yet
ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐτειχίσαμεν μὲν τὸν Πειραιᾶ καὶ τὸ βόρειον τεῖχος ᾠκοδομήσαμεν, ἑκατὸν δὲ τριήρεις πρὸς ταῖς ὑπαρχούσαις ἐναυπηγησάμεθα, τριακοσίους δʼ ἱππέας προσκατεσκευασάμεθα, καὶ τριακοσίους Σκύθας ἐπριάμεθα, καὶ τὴν δημοκρατίαν βεβαίως εἴχομεν. Παρεμπεσόντων δʼ εἰς τὴν πολιτείαν ἡμῶν οὐκ ἐλευθέρων ἀνθρώπων καὶ τοῖς τρόποις οὐ μετρίων, πάλιν πρὸς Λακεδαιμονίους διʼ Αἰγινήτας εἰς πόλεμον κατέστημεν,