Ancient Greek · ~2 min
Section 176
Aeschines, Περὶ τῆς παραπρεσβείας 176
Not analysed yet
καὶ τοσαῦτʼ ἔχοντες τἀγαθά, πάλιν πόλεμον πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπʼ Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλʼ ἐκ προσταγμάτων ἠναγκασμένοι. πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι,