Ancient Greek · ~2 min
Section 19
Aeschines, Περὶ τῆς παραπρεσβείας 19
Not analysed yet
οὕτω δʼ ἦν πρόθυμος εἰς τὰ πράγματα, ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν ὁ Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. καὶ ὅτι ταῦτʼ ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵνʼ εἰδῶσιν οἱ δικασταί, τίς ὁ Φιλοκράτους ἑταῖρος, καὶ τίς ὁ τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.