Ancient Greek · ~2 min
Section 33
Aeschines, Περὶ τῆς παραπρεσβείας 33
Not analysed yet
ὧν δὲ Ἀμύντας ἀπέστη ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων, ἔφην ἐγώ, σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δʼ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δʼ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν, οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.