Ancient Greek · ~1 min
Section 74
Aeschines, Περὶ τῆς παραπρεσβείας 74
Not analysed yet
Ψήφισμα οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι, ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδʼ ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.