Ancient Greek · ~2 min
Section 82
Aeschines, Περὶ τῆς παραπρεσβείας 82
Not analysed yet
συνέβαινε δέ, ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δʼ ἐπὶ Θράκην ἐξιέναι, πρὸς δʼ ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθʼ ὅπλων Χερρονήσου. ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ ᾗ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν ᾗ Δημοσθένης ὁ νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.