Ancient Greek · ~1 min
Section 85
Aeschines, Περὶ τῆς παραπρεσβείας 85
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. Μαρτυρία ὁ μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. ὡς δʼ ἡ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.