Ancient Greek · ~1 min
Section 9
Aeschines, Περὶ τῆς παραπρεσβείας 9
Not analysed yet
ὃν δʼ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δʼ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.