Ancient Greek · ~1 min
Section 93
Aeschines, Περὶ τῆς παραπρεσβείας 93
Not analysed yet
καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις, ἐν Ὠρεῷ δʼ ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δʼ ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖ ὡς οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;