Ancient Greek · ~2 min
Fragment 4
Aeschrion Lyr., Fragmenta et tituli 4
Not analysed yet
de Philaenide
⊗ἐγὼ Φιλαινὶς ἡ 'πίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
μή μ', ὦ μάταιε ναῦτα, τὴν ἄκρην κάμπτων
χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
οὐ γὰρ μὰ τὸν Ζῆν', οὐ μὰ τοὺς κάτω κούρους,
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης.
Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν οἷ' ἔγραψ'· ἐγὼ γὰρ οὐκ οἶδα. *