Ancient Greek
101.2
Aeschylus, Fragmenta 101.2
Unproofread scanNot analysed yet
ἐξευλαβοῦ δὲ μή σε προσβάλῃ στόμα πέμφιξ· πικρὰ γὰρ κοὐ διὰ ζόης ἀτμοί. τράγος γένειον ἆρα πενθήσεις σύ γε. Plut. de utilitate ex inimicis percipienda c. 2 p. 86 F: τοῦ δὲ σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς ‘τράγος‘ ἔφη ‘γένειον —σύ γε‘. Eust. Il. p. 415, 7: ἠέλιος —ἀντὶ τοῦ ὦ ἥλιε, ὁποῖον σὺν ἄλλοις καὶ τὸ ‘τράγος —σύ γε‘, ἀντὶ τοῦ ὦ τράγε, πάνυ στερήσῃ γενείου, εἰ τὴν φλόγα φιλήσεις. Epiphanius Ancor. p. 109 A (vol. 1 p. 208 sq. ed. Dind.) :Ζῆνες δὲ οὐχ εἷς ἢ δύο, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες γεγόνασι τὸν ἀριθμόν. ὁ μὲν γὰρ εἷς αὐτῶν Κρονίδης ὁ προειρημένος —ἄλλος δὲ ὁ τραγῳδὸς ὁ καὶ τὴν χεῖρα αὐτοῦ καύσας· τάχα δὲ θεὸς ὢν ἐπελάθετο ὅτι δάκνει τὸ πῦρ καὶ οὐκ εἶχε τὴν πρόγνωσιν τοῦ λέγοντος τράγῳ τῷ σατύρῳ εὑρόντι πρότερον (ὁρῶντι πρῶτον Meineke Philol. 3 p. 320) τὸ πῦρ καὶ προσελθόντι φιλῆσαι ‘μὴ ἅψῃ, τράγε· ἀψάμενος γάρ μου ἐμπρήσεις τὰ γένεια‘. Aeschylo versum supra scriptum probabiliter vindicavit Stanley.