Ancient Greek
123.3 to 137.11
Aeschylus, Fragmenta 123.3-137.11
Unproofread scanNot analysed yet
ἀποφύλιοι ξένοι Hesych. 1 p. 263: ἀποφύλιοι ξένοι · οἱ μὴ ἔχοντες φυλήν. Αἰσχύλος σατυρικῷ. vitiose Anecd. Bekk. p. 439, 12: ἀποφώλιοι · ξένιοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. similliter Suidas et Zon. Lex. p. 237, qui addunt: ἢ ἀπαίδευτοι · φωλεοὶ γὰρ τὰ παιδευτήρια, ὡς φασὶν οἱ Ἴωνες (τὰ παιδευτήρια κατὰ Ἴωνας Zon.) . Pollux 3, 56: ἀποφύλιον τὸν φυλὴν μὴ ἔχοντα. δέδοικα μῶρον κόρτα πυραύστου μόρον. βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν Ammonius Valck. p. 69: θεωρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμ‐ ἀπέλλητοι ἀρχῆθεν ἆσαι Anecd. Bekk. p. 450, 30: ἆσαι· βλάψαι. οὕτως Αἰσχύλος. ἀσχαδές αὐλών Eust. Il. p. 1157, 36: Αἰσχύλος δὲ φησὶ καὶ τὴν τάφρον αὐλῶνα. Hesych. 1 p. 322: αὐλῶνες· οἱ ἐπ’ εὐθείας τόποι. Αἰσχύλος καὶ τὴν τάφρον καὶ τὴν πυράν. αὖρι βοῦ Choerob. in Theod. p. 237, 8 (Anecd. Bekk. p. 1196): εὑρέθη τοῦ βοῦς ἡ γενικὴ οὐ μόνον βοός, ἀλλὰ καὶ τοῦ βοῦ παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ καὶ παρὰ τῷ Αἰσχύλῳ. γρυπαίετος 349 μὴ κακοῖς ἰῶ κακά. Phryn. Bekk. p. 48, 22: κακοῖς κακὰ ἰᾶσθαι· τὸ ἀποκρύπτειν τὰ φθάσαντα κακὰ τοῖς ἐφεξῆς πραττομένοις κακοῖς. Αἰσχύλος ‘μὴ— κακά’. fortasse huc spectat Hesych. 2 p. 381: ἰῶ· θεράπευε, ἰάτρευε. ὃ δ’ ἐνδατεῖται τὰς ἐμὰς εὐπαιδίας νόσων τ’ ἀπείρους καὶ μακραίωνας βίου, ξύμπαντά τ’ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας παιᾶν’ ἐπηυφήμησεν εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι μαντικῇ βρύον τέχνῃ· ὃ δ’ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ’ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν. . . . . . . ὅτι νυν ἦλθ’ ἐπὶ στόμα λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος ὑψηλὸν ἡβάσασα τεκτόνων πόνον Plut. de cohib. ira c. 4 p. 454 E: τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν, ἐὰν δ’ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ‘ὑψηλὸν —πόνον‘, ὡς φησὶν Αἰσχύλος. ἡβήσασα Heath, ἐμφιβᾶσα Paley.